Add parallel Print Page Options

17 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· [a]Οὐχὶ οἱ δέκα ἐκαθαρίσθησαν; οἱ δὲ ἐννέα ποῦ; 18 οὐχ εὑρέθησαν ὑποστρέψαντες δοῦναι δόξαν τῷ θεῷ εἰ μὴ ὁ ἀλλογενὴς οὗτος; 19 καὶ εἶπεν αὐτῷ· Ἀναστὰς πορεύου· ἡ πίστις σου σέσωκέν σε.

20 Ἐπερωτηθεὶς δὲ ὑπὸ τῶν Φαρισαίων πότε ἔρχεται ἡ βασιλεία τοῦ θεοῦ ἀπεκρίθη αὐτοῖς καὶ εἶπεν· Οὐκ ἔρχεται ἡ βασιλεία τοῦ θεοῦ μετὰ παρατηρήσεως, 21 οὐδὲ ἐροῦσιν· Ἰδοὺ ὧδε ἤ· [b]Ἐκεῖ· ἰδοὺ γὰρ ἡ βασιλεία τοῦ θεοῦ ἐντὸς ὑμῶν ἐστιν.

22 Εἶπεν δὲ πρὸς τοὺς μαθητάς· Ἐλεύσονται ἡμέραι ὅτε ἐπιθυμήσετε μίαν τῶν ἡμερῶν τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἰδεῖν καὶ οὐκ ὄψεσθε. 23 καὶ ἐροῦσιν ὑμῖν· Ἰδοὺ [c]ἐκεῖ· Ἰδοὺ ὧδε· μὴ ἀπέλθητε μηδὲ διώξητε. 24 ὥσπερ γὰρ ἡ [d]ἀστραπὴ ἀστράπτουσα ἐκ τῆς [e]ὑπὸ τὸν οὐρανὸν εἰς τὴν ὑπ’ οὐρανὸν λάμπει, οὕτως ἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου [f]ἐν τῇ ἡμέρᾳ αὐτοῦ. 25 πρῶτον δὲ δεῖ αὐτὸν πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῆς γενεᾶς ταύτης. 26 καὶ καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις Νῶε, οὕτως ἔσται καὶ ἐν ταῖς ἡμέραις τοῦ υἱοῦ τοῦ ἀνθρώπου· 27 ἤσθιον, ἔπινον, ἐγάμουν, [g]ἐγαμίζοντο, ἄχρι ἧς ἡμέρας εἰσῆλθεν Νῶε εἰς τὴν κιβωτόν, καὶ ἦλθεν ὁ κατακλυσμὸς καὶ ἀπώλεσεν [h]πάντας. 28 ὁμοίως [i]καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις Λώτ· ἤσθιον, ἔπινον, ἠγόραζον, ἐπώλουν, ἐφύτευον, ᾠκοδόμουν· 29 ᾗ δὲ ἡμέρᾳ ἐξῆλθεν Λὼτ ἀπὸ Σοδόμων, ἔβρεξεν πῦρ καὶ θεῖον ἀπ’ οὐρανοῦ καὶ ἀπώλεσεν [j]πάντας. 30 κατὰ [k]τὰ αὐτὰ ἔσται ᾗ ἡμέρᾳ ὁ υἱὸς τοῦ ἀνθρώπου ἀποκαλύπτεται. 31 ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὃς ἔσται ἐπὶ τοῦ δώματος καὶ τὰ σκεύη αὐτοῦ ἐν τῇ οἰκίᾳ, μὴ καταβάτω ἆραι αὐτά, καὶ ὁ [l]ἐν ἀγρῷ ὁμοίως μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω. 32 μνημονεύετε τῆς γυναικὸς Λώτ. 33 ὃς ἐὰν ζητήσῃ τὴν ψυχὴν αὐτοῦ [m]περιποιήσασθαι ἀπολέσει αὐτήν, [n]ὃς δ’ ἂν [o]ἀπολέσῃ ζῳογονήσει αὐτήν. 34 λέγω ὑμῖν, ταύτῃ τῇ νυκτὶ ἔσονται δύο ἐπὶ κλίνης μιᾶς, [p]ὁ εἷς παραλημφθήσεται καὶ ὁ ἕτερος ἀφεθήσεται· 35 [q]ἔσονται δύο ἀλήθουσαι ἐπὶ τὸ αὐτό, [r]ἡ μία παραλημφθήσεται [s]ἡ δὲ ἑτέρα [t]ἀφεθήσεται. 37 καὶ ἀποκριθέντες λέγουσιν αὐτῷ· Ποῦ, κύριε; ὁ δὲ εἶπεν αὐτοῖς· Ὅπου τὸ σῶμα, ἐκεῖ [u]καὶ οἱ ἀετοὶ ἐπισυναχθήσονται.

18 Ἔλεγεν [v]δὲ παραβολὴν αὐτοῖς πρὸς τὸ δεῖν πάντοτε προσεύχεσθαι [w]αὐτοὺς καὶ μὴ ἐγκακεῖν, λέγων· Κριτής τις ἦν ἔν τινι πόλει τὸν θεὸν μὴ φοβούμενος καὶ ἄνθρωπον μὴ ἐντρεπόμενος. χήρα δὲ ἦν ἐν τῇ πόλει ἐκείνῃ καὶ ἤρχετο πρὸς αὐτὸν λέγουσα· Ἐκδίκησόν με ἀπὸ τοῦ ἀντιδίκου μου. καὶ οὐκ [x]ἤθελεν ἐπὶ χρόνον, μετὰ [y]ταῦτα δὲ εἶπεν ἐν ἑαυτῷ· Εἰ καὶ τὸν θεὸν οὐ φοβοῦμαι [z]οὐδὲ ἄνθρωπον ἐντρέπομαι, διά γε τὸ παρέχειν μοι κόπον τὴν χήραν ταύτην ἐκδικήσω αὐτήν ἵνα μὴ εἰς τέλος ἐρχομένη ὑπωπιάζῃ με. εἶπεν δὲ ὁ κύριος· Ἀκούσατε τί ὁ κριτὴς τῆς ἀδικίας λέγει· ὁ δὲ θεὸς οὐ μὴ ποιήσῃ τὴν ἐκδίκησιν τῶν ἐκλεκτῶν αὐτοῦ τῶν βοώντων [aa]αὐτῷ ἡμέρας καὶ νυκτός, καὶ [ab]μακροθυμεῖ ἐπ’ αὐτοῖς; λέγω ὑμῖν ὅτι ποιήσει τὴν ἐκδίκησιν αὐτῶν ἐν τάχει. πλὴν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐλθὼν ἆρα εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς;

Εἶπεν δὲ [ac]καὶ πρός τινας τοὺς πεποιθότας ἐφ’ ἑαυτοῖς ὅτι εἰσὶν δίκαιοι καὶ ἐξουθενοῦντας τοὺς λοιποὺς τὴν παραβολὴν ταύτην· 10 Ἄνθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι, [ad]ὁ εἷς Φαρισαῖος καὶ ὁ ἕτερος τελώνης. 11 ὁ Φαρισαῖος σταθεὶς [ae]πρὸς ἑαυτὸν ταῦτα προσηύχετο· Ὁ θεός, εὐχαριστῶ σοι ὅτι οὐκ εἰμὶ [af]ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοί, ἢ καὶ ὡς οὗτος ὁ τελώνης· 12 νηστεύω δὶς τοῦ σαββάτου, [ag]ἀποδεκατῶ πάντα ὅσα κτῶμαι. 13 [ah]ὁ δὲ τελώνης μακρόθεν ἑστὼς οὐκ ἤθελεν οὐδὲ τοὺς ὀφθαλμοὺς [ai]ἐπᾶραι εἰς τὸν οὐρανόν, ἀλλ’ [aj]ἔτυπτε τὸ στῆθος [ak]αὐτοῦ λέγων· Ὁ θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ. 14 λέγω ὑμῖν, κατέβη οὗτος δεδικαιωμένος εἰς τὸν οἶκον αὐτοῦ [al]παρ’ ἐκεῖνον· ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:17 Οὐχὶ Treg NIV RP ] Οὐχ WH
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:21 Ἐκεῖ WH NIV ] Ἰδοὺ ἐκεῖ Treg RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:23 ἐκεῖ· Ἰδοὺ ὧδε Treg ] ἐκεῖ, ἤ· Ἰδοὺ ὧδε WH NIV; ὧδε, ἤ· Ἰδοὺ ἐκεῖ RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:24 ἀστραπὴ WH NIV ] + ἡ Treg RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:24 ὑπὸ τὸν WH Treg NIV ] ὑπ᾽ RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:24 ἐν τῇ ἡμέρᾳ αὐτοῦ Treg NIV RP ] – WH
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:27 ἐγαμίζοντο WH Treg NIV ] ἐξεγαμίζοντο RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:27 πάντας WH Treg NIV ] ἅπαντας RP
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:28 καθὼς WH Treg NIV ] καὶ ὡς RP
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:29 πάντας WH Treg NIV ] ἅπαντας RP
  11. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:30 τὰ αὐτὰ WH Treg NIV ] ταῦτα RP
  12. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:31 ἐν WH Treg NIV ] + τῷ RP
  13. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:33 περιποιήσασθαι WH Treg NIV ] σῶσαι RP
  14. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:33 ὃς δ᾽ ἂν WH Treg NIV ] καὶ ὃς ἐὰν RP
  15. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:33 ἀπολέσῃ Treg NIV ] ἀπολέσῃ αὐτὴν RP; ἀπολέσει WH
  16. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:34 WH NIV ] – Treg RP
  17. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:35 ἔσονται δύο WH Treg NIV ] Δύο ἔσονται RP
  18. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:35 WH Treg NIV ] – RP
  19. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:35 ἡ δὲ WH Treg NIV ] καὶ ἡ RP
  20. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:35 ἀφεθήσεται WH Treg NIV RP ] + 36 δύο ἐν ἀγρῷ· εἷς παραλημφθήσεται καὶ ὁ ἕτερος ἀφεθήσεται TR
  21. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:37 καὶ οἱ ἀετοὶ ἐπισυναχθήσονται WH Treg NIV ] συναχθήσονται οἱ ἀετοὶ RP
  22. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:1 δὲ WH NIV ] + καὶ Treg RP
  23. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:1 αὐτοὺς WH Treg NIV ] – RP
  24. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:4 ἤθελεν WH Treg NIV ] ἠθέλησεν RP
  25. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:4 ταῦτα δὲ WH Treg ] δὲ ταῦτα NIV RP
  26. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:4 οὐδὲ ἄνθρωπον WH Treg NIV ] καὶ ἄνθρωπον οὐκ RP
  27. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:7 αὐτῷ WH Treg NIV ] πρὸς αὐτὸν RP
  28. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:7 μακροθυμεῖ WH Treg NIV ] μακροθυμῶν RP
  29. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:9 καὶ WH Treg NIV ] – RP
  30. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:10 NIV RP ] – WH Treg
  31. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:11 πρὸς ἑαυτὸν ταῦτα NIV RP] ταῦτα πρὸς ἑαυτὸν WH Treg
  32. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:11 ὥσπερ WH NIV RP ] ὡς Treg
  33. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:12 ἀποδεκατῶ Treg NIV RP ] ἀποδεκατεύω WH
  34. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:13 ὁ δὲ WH NIV ] καὶ ὁ Treg RP
  35. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:13 ἐπᾶραι εἰς τὸν οὐρανόν WH Treg NIV ] εἰς τὸν οὐρανόν ἐπᾶραι RP
  36. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:13 ἔτυπτε WH Treg NIV ] + εἰς RP
  37. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:13 αὐτοῦ NIV RP ] ἑαυτοῦ WH Treg
  38. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:14 παρ᾽ ἐκεῖνον WH Treg NIV ] ἢ γὰρ ἐκεῖνος RP